Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.342 Joseph. AJ 18.347 (English) >>Joseph. AJ 18.352

18.345καὶ τῶν ἑταίρων οἱ μάλιστα τιμώμενοι παρʼ αὐτοῖς τὸ μὲν πρῶτον οὐδαμῶς πράσσοι Ἑβραϊκὰ οὐδὲ ὁπόσα νόμοις τοῖς αὐτῶν πρόσφορα γυναῖκα ἠγμένος ἀλλόφυλον καὶ παραβαίνουσαν θυσιῶν καὶ σεβασμῶν τῶν αὐτοῖς εἰωθότων τὴν ἀκρίβειαν· ὁρᾶν οὖν, μὴ τὰ πολλὰ τῇ ἡδονῇ τοῦ σώματος συγχωρῶν ἀπολέσειε τὴν ἀρχὴν τοῦ εὐπρεποῦς καὶ τὴν εἰς νῦν ὑπὸ τοῦ θείου προελθοῦσαν ἐξουσίαν. 18.346ἐπεὶ δὲ οὐδὲν ἐπέραινον, ἀλλὰ καί τινα αὐτῶν τὸν μάλιστα τιμώμενον ὅτι πλέονι παρρησίᾳ χρήσαιτο ἀπέκτεινε, καὶ ὃς θεώμενος εὐνοίας τε τῶν νόμων καὶ τοῦ κτείνοντος αὐτὸν τιμωρίαν ἐπηράσατο αὐτῷ τε Ἀνιλαίῳ καὶ Ἀσιναίῳ καὶ πᾶσιν ἑταίροις ὁμοίαν ὑπὸ τῶν ἐχθρῶν ἐπαχθεῖσαν γενέσθαι τελευτήν, 18.347τοῖς μὲν ὡς ἡγεμόσι παρανομιῶν γεγονόσι, τοῖς δέ, ὅτι μὴ βοηθοῖεν αὐτῷ τοιάδε πάσχοντι διὰ τὸ ἐκδικεῖν τοῖς νόμοις, οἱ δὲ ἐβαρύνοντο μέν, ἠνείχοντο δέ, μνημονεύοντες οὐκ ἐξ ἄλλης αἰτίας ἀλλʼ ἰσχύι τῇ ἐκείνων τῇ εὐδαιμονίᾳ συνελθόντες. 18.348ἐπεὶ δὲ καὶ τὴν θεραπείαν ἀκροῶνται τῶν θεῶν τῶν Παρθυαίοις τιμωμένων, οὐκέτι ἀνεκτὸν ἡγούμενοι τοῦ Ἀνιλαίου τὸ ὑβρίζον εἰς τοὺς νόμους ἐπὶ τὸν Ἀσιναῖον ἐλθόντες καὶ πλέονες ἤδη κατεβόων τοῦ Ἀνιλαίου, 18.349φάμενοι καλῶς ἔχειν, εἰ μὴ πρότερον κατʼ αὐτὸν ἑώρα τὸ ὠφελοῦν ἀλλὰ νῦν γοῦν ἐπιστροφὴν ποιεῖσθαι τοῦ γεγονότος πρὶν τὴν ἁμαρτίαν ἐκείνῳ τε καὶ πᾶσι τοῖς ἄλλοις γενέσθαι εἰς ὄλεθρον ἀνακειμένην, τόν τε γάμον τῆς ἀνθρώπου λέγοντες οὐ μετʼ αὐτῶν οὐδʼ αὐτοῖς εἰωθότων τεθεῖσθαι νόμων καὶ τὴν θρησκείαν ἣν ἐπιτηδεύοι γυνὴ ἐπʼ ἀτιμώσει θεοῦ τοῦ αὐτοῖς σεβασμίου πράσσεσθαι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.342 Joseph. AJ 18.347 (English) >>Joseph. AJ 18.352

Powered by PhiloLogic